Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.1 Joseph. AJ 2.3 (English) >>Joseph. AJ 2.7

2.1

Μετὰ note δὲ τὴν Ἰσάκου τελευτὴν οἱ παῖδες αὐτοῦ μερισάμενοι τὴν οἴκησιν πρὸς ἀλλήλους οὐχ ἣν ἔλαβον ταύτην κατέσχον, ἀλλʼ Ἡσαῦς μὲν τῆς Νεβρωνίας πόλεως ἐκχωρήσας τῷ ἀδελφῷ ἐν Σαειρᾷ διῃτᾶτο καὶ τῆς Ἰδουμαίας ἦρχεν οὕτω καλέσας τὴν χώραν ἀπʼ αὐτοῦ· Ἄδωμος γὰρ ἐπωνομάζετο κατὰ τοιαύτην αἰτίαν τυχὼν τῆς ἐπικλήσεως. 2.2ἀπὸ θήρας ποτὲ καὶ πόνου τοῦ περὶ τὸ κυνήγιον λιμώττων ἐπανῆκεν, ἔτι δὲ ἦν παῖς τὴν ἡλικίαν, ἐπιτυχὼν δὲ τἀδελφῷ φακῆν ἐσκευακότι πρὸς ἄριστον αὑτῷ ξανθὴν σφόδρα τὴν χροιὰν καὶ διὰ τοῦτʼ ἔτι μᾶλλον ὀρεχθεὶς ἠξίου παρασχεῖν αὐτῷ πρὸς τροφήν. 2.3 δὲ ἀποδόσθαι τὸ πρεσβεῖον αὐτῷ τοῦ φαγεῖν συνεργῷ χρησάμενος τῇ πείνῃ τὸν ἀδελφὸν ἠνάγκαζε, κἀκεῖνος ὑπὸ τοῦ λιμοῦ προαχθεὶς παραχωρεῖ τῶν πρεσβείων αὐτῷ μεθʼ ὅρκων. ἔνθεν διὰ τὴν ξανθότητα τοῦ βρώματος ὑπὸ τῶν ἡλικιωτῶν κατὰ παιδιὰν Ἄδωμος ἐπικληθείς, ἄδωμα γὰρ Ἑβραῖοι τὸ ἐρυθρὸν καλοῦσι, τὴν χώραν οὕτως προσηγόρευσεν· Ἕλληνες γὰρ αὐτὴν ἐπὶ τὸ σεμνότερον Ἰδουμαίαν ὠνόμασαν. 2.4

Γίνεται δὲ καὶ πατὴρ παίδων πέντε τὸν ἀριθμόν, ὧν Ἰάους μὲν καὶ Ἰόλαμος καὶ Κορῆος ἐκ γυναικὸς μιᾶς Ἀλιβάμης τοὔνομα, τῶν δὲ λοιπῶν Ἀλιφάζης μὲν ἐξ Ἀδάσης, Ῥαουῆλος δὲ ἐκ Βασαμάθης ὑπῆρξαν αὐτῷ γεγονότες.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.1 Joseph. AJ 2.3 (English) >>Joseph. AJ 2.7

Powered by PhiloLogic